Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
αὖθις δ᾽ ἀλύων καὶ μεταβαλλόμενος κατῄει
πρὸς θάλασσαν εἷς Ἄστυρα. κἀκεῖ διενυκτέρευσεν ἐπὶ δεινῶν καὶ ἀπόρων
λογισμῶν, ὥστε καὶ παρελθεῖν εἷς τὴν Καίσαρος οἰκίαν διενοήθη κρύφα
καὶ σφάξας ἑαυτὸν ἐπὶ [p. 204] τῆς ἑστίας ἀλάστορα προσβαλεῖν.
ἀλλὰ καὶ ταύτης αὐτὸν ἀπέκρουσε τῆς ὁδοῦ δέος βασάνων καὶ πολλὰ 1
ταραχώδη καὶ παλίντροπα βουλεύματα τῆς γνώμης μεταλαμβάνων παρέδωκε τοῖς
οἰκέταις ἑαυτὸν εἷς Καιήτην 2 κατὰ πλοῦν κομίζειν, ἔχων ἐκεῖ χωρία καὶ
καταφυγὴν ὥρᾳ θέρους φιλάνθρωπον, ὅταν ἥδιστον οἱ ἐτησίαι καταπνέωσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.