Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ταῦτα δείσας ὁ Κικέρων πρῶτον
μὲν ὥρμησε πρεσβευτὴς Δολοβέλλᾳ συνεκπλεῦσαι εἰς Συρίαν ἐπεὶ δ᾽ οἱ
μέλλοντες ὑπατεύειν μετ᾽ Ἀντώνιον, Ἵρτιος καί Πάνσας, ἄνδρες ἀγαθοὶ
καί ζηλωταὶ τοῦ Κικέρωνος, ἐδέοντο μὴ σφᾶς καταλιπεῖν, ὑποδεχόμενοι [p. 192] καταλύσειν Ἀντώνιον ἐκείνου παρόντος, ὁ δ᾽ οὔτ᾽ ἀπιστῶν
παντάπασιν οὔτε πιστεύων Δολοβέλλαν μὲν εἴασε χαίρειν, ὁμολογήσας δὲ
τοῖς περὶ τὸν Ἵρτιον τὸ θέρος ἐν Ἀθήναις διάξειν, ὅταν δ᾽ ἐκεῖνοι
παραλάβωσι τὴν ἀρχήν, ἀφίξεσθαι πάλιν, αὐτὸς καθ᾽ ἑαυτὸν ἐξέπλευσε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.