Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐπεὶ δ᾽ αὐτῷ Σύλλας τε προσηγγέλθη
τεθνηκώς, καὶ τὸ σῶμα τοῖς γυμνασίοις ἀναρρωννύμενον εἰς ἕξιν ἐβάδιζε
νεανικήν, ἥ τε φωνὴ λαμβάνουσα πλάσιν ἡδεῖα μὲν πρὸς ἀκοὴν ἐτέθραπτο,1
μετρίως δὲ πρὸς τὴν ἕξιν ἥρμοστο τοῦ σώματος, πολλὰ μὲν τῶν ἀπὸ
Ῥώμης φίλων γραφόντων καὶ δεομένων, πολλὰ δ᾽ Ἀντιόχου παρακελευομένου
τοῖς κοινοῖς ἐπιβαλεῖν πράγμασιν, αὖθις ὥσπερ ὄργανον ἐξηρτύετο 2 τὸν
ῥητορικὸν λόγον καὶ ἀνεκίνει τὴν πολιτικὴν δύναμιν, αὑτόν τε ταῖς
μελέταις διαπονῶν καὶ τοὺς ἐπαινουμένους μετιὼν ῥήτορας,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.