Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀφικόμενος δ᾽ εἰς Ἀθήνας Ἀντιόχου τοῦ
Ἀσκαλωνίτου διήκουσε, τῇ μὲν εὐροίᾳ τῶν λόγων αὐτοῦ καὶ χάριτι
κηλούμενος, ἃ δ᾽ ἐν τοῖς δόγμασιν ἐνεωτέριζεν οὐκ ἐπαινῶν, ἤδη γὰρ
ἐξίστατο τῆς νέας λεγομένης Ἀκαδημείας ὁ Ἀντίοχος καὶ τὴν Καρνεάδου
στάσιν ἐγκατέλειπεν, εἴτε καμπτόμενος ὑπὸ τῆς ἐναργείας καὶ τῶν
αἰσθήσεων, εἴτε, ὥς φασιν ἔνιοι, φιλοτιμίᾳ τινὶ καὶ διαφορᾷ [p. 90] πρὸς τοὺς Κλειτομάχου καὶ Φίλωνος συνήθεις τὸν Στωικὸν ἐκ
μεταβολῆς θεραπεύων λόγον ἐν τοῖς πλείστοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.