Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διαφυγὼν δὲ τόν κίνδυνον ὁ Κλώδιος καὶ
δήμαρχος αἱρεθείς εὐθὺς εἴχετο τοῦ Κικέρωνος, πάνθ᾽ ὁμοῦ πράγματα καὶ
πάντας ἀνθρώπους συνάγων καὶ ταράττων ἐπ᾽ αὐτόν, τόν τε γὰρ δῆμον
ᾠκειώσατο νόμοις φιλανθρώποις, καὶ τῶν ὑπάτων ἑκατέρῳ μεγάλας ἐπαρχίας
ἐψηφίσατο, Πείσωνι μὲν Μακεδονίαν, Γαβινίῳ δὲ Συρίαν, πολλοὺς δὲ τῶν
ἀπόρων συνέτασσεν εἰς τὸ πολίτευμα, καὶ δούλους ὡπλισμένους περὶ αὑτὸν
εἶχε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.