Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
εἶθ᾽ ὁρῶν εἰς στάσιν,
ἐκ δὲ τῆς στάσεως εἰς ἄκρατον ἐμπίπτοντα τὰ πράγματα μοναρχίαν, ἐπὶ
τὸν σχολαστὴν καί θεωρητικὸν ἐλθὼν βίον Ἕλλησί συνῆν φιλολόγοις καί
προσεῖχε τοῖς μαθήμασιν, ἄχρι οὗ Σύλλας ἐκράτησε καί κατάστασίν τινα
λαμβάνειν ἔδοξεν ἡ πόλις.
ἐν δὲ τῷ χρόνῳ τούτῳ Χρυσόγονος ἀπελεύθερος Σύλλα προσαγγείλας τινὸς
οὐσίαν ὡς ἐκ προγραφῆς ἀναιρεθέντος αὐτὸς ἐωνήσατο δισχιλίων δραχμῶν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.