Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτά τε δὴ φιλότιμα, καὶ τὸ πολλάκις [p. 144] ἐπαιρόμενον τοῦ λόγου τῇ δεινότητι τὸ πρέπον προΐεσθαι.
Μουνατίῳ μὲν γάρ ποτε συνηγορήσας, ὡς ἀποφυγὼν τὴν δίκην ἐκεῖνος
ἐδίωκεν ἑταῖρον αὐτοῦ Σαβῖνον, οὕτω λέγεται προπεσεῖν ὑπ᾽ ὀργῆς ὁ
Κικέρων ὥστ᾽ εἰπεῖν: ‘σὺ γὰρ ἐκείνην, ὦ
Μουνάτιε, τὴν δίκην ἀπέφυγες διὰ σαυτόν, οὐκ ἐμοῦ πολὺ σκότος ἐν
φωτὶ τῷ δικαστηρίῳ περιχέαντος;’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.