Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
τῶν δὲ κατ᾽ αὑτὸν ἐνδόξων ἀπὸ λόγου καὶ
σοφίας οὐκ ἔστιν οὐδεὶς ὃν οὐκ ἐποίησεν ἐνδοξότερον ἢ λέγων ἢ
γράφων εὐμενῶς περὶ ἑκάστου. Κρατίππῳ δὲ τῷ Περιπατητικῷ διεπράξατο
μὲν Ῥωμαίῳ γενέσθαι παρὰ Καίσαρος ἄρχοντος
ἤδη, διεπράξατο δὲ καὶ 1 τὴν ἐξ Ἀρείου πάγου βουλὴν ψηφίσασθαι δεηθῆναι
μένειν αὑτὸν ἐν Ἀθήναις καὶ διαλέγεσθαι τοῖς νέοις ὡς κοσμοῦντα τὴν
πόλιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.