Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
κἀκεῖνος ἐπὶ τούτοις ὡς ὀμόσων προῆλθε:
καὶ γενομένης αὐτῷ σιωπῆς ὤμνυεν, οὐ τὸν πάτριον, ἀλλ᾽ ἴδιόν τινα καὶ
καινὸν ὅρκον, ἦ μὴν σεσωκέναι τὴν πατρίδα καὶ διατετηρηκέναι τὴν
ἡγεμονίαν. ἐπώμνυε δὲ τὸν ὅρκον αὐτῷ σύμπας ὁ δῆμος, ἐφ᾽ οἷς ἔτι
μᾶλλον ὅ τε Καῖσαρ οἵ τε δήμαρχοι χαλεπαίνοντες ἄλλας τε τῷ Κικέρωνι
ταραχὰς ἐμηχανῶντο, καὶ νόμος ὑπ᾽ αὐτῶν εἰσήγετο καλεῖν Πομπήϊον μετὰ
τῆς στρατιᾶς, ὡς δὴ καταλύσοντα τὴν Κικέρωνος δυναστείαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.