Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐχώρει δὲ μετὰ τῆς βουλῆς ἐπὶ τοὺς
ἄνδρας, οὐκ ἐν ταὐτῷ δὲ πάντες ἦσαν, ἄλλος δ᾽ ἄλλον ἐφύλαττε τῶν
στρατηγῶν, καὶ πρῶτον ἐκ Παλατίου παραλαβὼν τὸν Λέντλον ἦγε διὰ τῆς
ἱερᾶς ὁδοῦ καὶ τῆ;ς ἀγορᾶς μέσης, τῶν μὲν ἡγεμονικωτάτων ἀνδρῶν
κύκλῳ περιεσπειραμένων καὶ δορυφορούντων, τοῦ δὲ δήμου φρίττοντος τὰ
δρώμενα καὶ παριόντος σιωπῇ, 1 μάλιστα δὲ τῶν νέων, ὥσπερ ἱεροῖς τισι
πατρίοις ἀριστοκρατικῆς τινος ἐξουσίας τελεῖσθαι μετὰ φόβου καὶ θάμβους
δοκούντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.