Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Γάιος
δὲ Σουλπίκιος, εἷς τῶν στρατηγῶν, ἐπὶ τήν
οἰκίαν πεμφθεὶς τοῦ Κεθήγου πολλὰ μὲν ἐν αὐτῇ βέλη καὶ ὅπλα, πλεῖστα
δὲ ξίφη καὶ μαχαίρας εὗρε νεοθήκτους ἁπάσας. τέλος δὲ τῷ Κροτωνιάτῃ
ψηφισαμένης ἄδειαν ἐπὶ μηνύσει τῆς βουλῆς ἐξελεγχθεὶς ὁ Λέντλος
ἀπωμόσατο τήν ἀρχήν στρατηγῶν γὰρ ἐτύγχανε, καὶ τήν περιπόρφυρον ἐν τῇ
βουλῇ καταθέμενος διήλλαξεν ἐσθῆτα τῇ συμφορᾷ [p. 128] πρέπουσαν.
οὗτος μὲν οὖν καὶ οἱ σὺν αὐτῷ παρεδόθησαν εἰς ἄδεσμον φυλακὴν τοῖς
στρατηγοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.