Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ μὴν ἀλλὰ βουλόμενος ὁ Κατιλίνας ἰσχυρόν
τι προκαταλαβεῖν ὁρμητήριον ὑπατείαν μετῄει: καὶ λαμπρὸς ἦν ταῖς
ἐλπίσιν ὡς Γαΐῳ Ἀντωνίῳ συνυπατεύσων, ἀνδρὶ καθ᾽ αὑτὸν μὲν οὔτε
πρὸς τὸ βέλτιον οὔτε πρὸς τὸ χεῖρον ἡγεμονικῷ, προσθήκῃ δ᾽ ἄγοντος
ἑτέρου δυνάμεως ἐσομένῳ.
[2]
ταῦτα δὴ τῶν
καλῶν καὶ ἀγαθῶν οἱ πλεῖστοι προαισθόμενοι τὸν Κικέρωνα προῆγον ἐπὶ τὴν
ὑπατείαν: καὶ τοῦ δήμου δεξαμένου προθύμως ὁ μὲν Κατιλίνας ἐξέπεσε,
Κικέρων δὲ καὶ Γάιος Ἀντώνιος ᾑρέθησαν. καίτοι τῶν μετιόντων ὁ
Κικέρων μόνος ἦν ἐξ ἱππικοῦ πατρός, οὐ βουλευτοῦ, γεγονώς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.