Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἀρξαμένου δ᾽ ἀπειλεῖν τοῦ Ἀρχίου μετ᾽ ὀργῆς, ‘νῦν,’ ἔφη, ‘λέγεις τὰ ἐκ τοῦ Μακεδονικοῦ τρίποδος, ἄρτι δ᾽ ὑπεκρίνου. μικρὸν οὖν ἐπίσχες, ὅπως ἐπιστείλω τι τοῖς οἴκοι’ καὶ ταῦτ᾽ εἰπὼν ἐντὸς ἀνεχώρησε τοῦ ναοῦ: καὶ λαβὼν βιβλίον ὡς γράφειν μέλλων προσήνεγκε τῷ στόματι τὸν κάλαμον, καὶ δακών, ὥσπερ ἐν τῷ διανοεῖσθαι καὶ γράφειν εἰώθει, χρόνον τινὰ κατέσχεν, εἶτα συγκαλυψάμενος ἀπέκλινε τὴν κεφαλήν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.