This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οὐ
μὴν ἔπεισεν, ἀλλ᾽ ἀνισταμένῳ τῷ ἀνδρὶ θάτερον τῶν παιδίων
ἐγχειρίσασα, θάτερον δ᾽ Ἀναλαβοῦσα καί προσκυνήσασα
τὸν βωμὸν τοῦ1 θεοῦ συνεξῆλθεν, ὥστε
εἰ μὴ πάνυ διεφθαρμένος ἦν ὑπὸ κενῆς δόξης ὁ
Κλεόμβροτος, εὐτύχημα ἂν ἡγήσατο τὴν φυγὴν
αὑτῷ τῆς βασιλείας μεῖζον εἶναι διὰ τὴν γυναῖκα.
μεταστησάμενος δὲ τὸν Κλεόμβροτον ὁ Λεωνίδας καὶ τοὺς πρώτους ἐφόρους ἐκβαλὼν τῆς ἀρχῆς, ἑτέρους δὲ ποιησάμενος, εὐθὺς ἐπεβούλευε τῷ Ἄγιδι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.