Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀποδειχθεὶς δὲ χιλίαρχος εἰς Μακεδονίαν
ἐπέμπετο πρὸς Ῥούβριον τὸν στρατηγόν. ἔνθα
δὴ λέγεται τῆς γυναικὸς ἀχθομένης καὶ δακρυούσης
ἕνα τῶν φίλων τοῦ Κάτωνος Μουνάτιον εἰπεῖν:
‘ὦἈτιλία,
θάρσει: τοῦτον ἐγώ σοι
φυλάξω.’
‘πάνυ μὲν οὖν,’ φάναι τὸν Κάτωνα,
καὶ προελθόντων μιᾶς ἡμέρας ὁδόν, εὐθὺς εἰπεῖν
μετὰ τὸ δεῖπνον ‘ἄγε, ὅπως, ὦ Μουνάτιε, τῇ
Ἀτιλίᾳ τὴν ὑπόσχεσιν ἐμπεδώσεις,1 μήτε ἡμέρας
ἐμοῦ μήτε νυκτὸς ἀφιστάμενος.’
1 ἐμπεδώσεις Sintenis2, after Cobet; ἐμπεδώσῃς Sintenis1, Coraës, Bekker.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.