Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὁ δὲ
Γέλλιος ἀριστεῖα καὶ
τιμὰς αὐτῷ διαπρεπεῖς ἔγραψεν, ἃς ἐκεῖνος οὐκ ἔλαβεν οὐδὲ προσήκατο, φήσας ἄξιον μηθὲν εἰργάσθαι τιμῶν, ἔκ τε δὴ τούτων ἀλλόκοτος ἐδόκει, καὶ νόμου γραφέντος ὅπως τοῖς παραγγέλλουσιν εἰς ἀρχὴν ὀνοματολόγοι μὴ παρῶσι, χιλιαρχίαν μετιὼν μόνος ἐπείθετο τῷ νόμῳ καὶ δι᾽ αὑτοῦ ποιησάμενος ἔργον ἀσπάζεσθαι καὶ προσαγορεύειν τοὺς ἐντυγχάνοντας, οὐδὲ αὐτοῖς ἀνεπαχθὴς ἦν τοῖς ἐπαινοῦσιν, ὅσον μᾶλλον ἐνόουν τὸ καλὸν ὧν ἐπετήδευε, τὸ δυσμίμητον αὐτῶν βαρυνομένοις.
[p. 254]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.