Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦ δὲ δουλικοῦ πολέμου συνεστῶτος, ὃν Σπαρτάκειον ἐκάλουν, Γέλλιος μὲν ἐστρατήγει, Κάτων δὲ τῆς στρατείας μετεῖχεν ἐθελοντὴς, διὰ τὸν ἀδελφόν: ἐχιλιάρχει γὰρ ὁ ἀδελφὸς αὐτοῦ Καιπίων. καὶ χρήσασθαι μὲν εἰς ὅσον ἐβούλετο τῇ προθυμίᾳ καὶ ἀσκήσει τῆς ἀρετῆς οὐχ ὑπῆρξεν αὐτῷ, διὰ τὸ μὴ καλῶς στρατηγεῖσθαι τὸν πόλεμον ἄλλως δὲ, παρὰ πολλὴν μαλακίαν καὶ τρυφὴν τῶν ἐκεῖ στρατευομένων ἐπιδεικνύμενος εὐταξίαν καὶ ἐγκράτειαν καὶ τὸ θαρραλέον ἐν πᾶσι καὶ ξυνετόν, ἐδόκει μηθὲν ἀποδεῖν τοῦ παλαιοῦ Κάτωνος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.