Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐν δὲ τῷ
λούεσθαι τοῦ Στατυλλίου μνησθεὶς Καὶ μέγα φθεγξάμενος, ‘ἐξέπεμψας,’ εἶπεν, ‘ὦ Ἀπολλωνίδη, τὸν Στατύλλιον ἀπὸ τοῦ φρονήματος ἐκείνου καθελών; καὶ πέπλευκεν ὁ ἀνὴρ μηδὲ ἀσπασάμενος ἡμᾶς;’
‘πόθεν;’ εἶπεν ὁ Ἀπολλωνίδης: ‘καίτοι πολλὰ διελέχθημεν: ἀλλὰ ὑψηλός ἐστι Καὶ ἄτρεπτος, Καὶ μένειν φησὶ Καὶ πράττειν ὅ τι ἂν σὺ πράττῃς.’ πρὸς ταῦτά φασι τὸν Κάτωνα μειδιᾶσαι Καὶ εἰπεῖν ‘ἀλλὰ τοῦτο μὲν αὐτίκα φανεῖται.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.