Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐν τούτῳ δὲ τοὺς ἱππεῖς ἀκούσας ἀπιόντας ἤδη φέρειν καὶ ἄγειν τὰ τῶν Ἰτυκαίων ὥσπερ λάφυρα, δρόμῳ συνέτεινε πρὸς αὐτούς καὶ τοῖς πρώτοις ἐντυχὼν ἀφῃρεῖτο, τῶν δὲ ἄλλων ἕκαστος ἔφθανε ῥίπτων καὶ κατατιθέμενος, πάντες δὲ ὑπ᾽ αἰσχύνης σιωπῇ καὶ κάτω βλέποντες ἀπῄεσαν. ὁ δὲ Κάτων εἰς τήν πόλιν τοὺς Ἰτυκαίους συναγαγών ἐδεῖτο περὶ τῶν τριακοσίων, μὴ παροξῦναι Καίσαρα κατ᾽ αὐτῶν, ἀλλὰ καὶ κοινῇ τήν σωτηρίαν πράττειν ἀλλήλοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.