Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἀναστὰς ἐκεῖνος οὐχ ὑπ᾽ ὀργῆς οὐδὲ φιλονεικίας, ἀλλ᾽ ὥσπερ ἐκ λογισμοῦ καὶ παρασκευῆς τὰ μὲν εἰς ἑαυτὸν ἐγκλήματα λοιδορίαις καὶ σκώμμασιν ὅμοια καὶ παιδιάν τινα καὶ βωμολοχίαν τοῦ Καίσαρος ἀπέδειξεν, ἁψάμενος δὲ τῶν ἐκείνου βουλευμάτων ἀπ᾽ ἀρχῆς καὶ πᾶσαν αὐτοῦ τὴν διάνοιαν, ὥσπερ οὐκ ἐχθρός, ἀλλὰ συνωμότης καὶ κοινωνὸς, ἐκκαλύψας, καὶ διδάξας ὡς οὐ Γερμανῶν οὐδὲ Κελτῶν παῖδας, ἀλλ᾽ ἐκεῖνον αὐτὸν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.