Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
προσέκρουσεν ὁ Κάτων αὐτῷ λέγοντι, καὶ τέλος ἀναστὰς ἔφη τῆς μὲν Κλωδίου πολιτείας μηδὲν ὑγιὲς μηδὲ χρηστὸν ὅλως νομίζειν, εἰ δὲ ἀναιρεῖ τις ὅσα δημαρχῶν ἔπραξεν, ἀναιρεῖσθαι πᾶσαν αὐτοῦ τὴν περὶ Κύπρον πραγματείαν καὶ μὴ γεγονέναι τὴν ἀποστολὴν νόμιμον ἄρχοντος παρανόμου
[p. 332]
ψηφισαμένου: παρανόμως μὲν οὐ δήμαρχον
αἱρεθῆναι1 τὸν Κλώδιον ἐκ πατρικίων μεταστάντα
νόμου διδόντος εἰς δημοτικὸν οἶκον, εἰ δὲ μοχθηρὸς, ὥσπερ ἄλλοι, γέγονεν ἄρχων, αὐτὸν εὐθύνειν τὸν ἀδικήσαντα, μὴ λύειν τὴν συναδικηθεῖσαν ἀρχὴν εἶναι προσῆκον, ἐκ τούτου δι᾽ ὀργῆς ὁ Κικέρων ἔσχε τὸν Κάτωνα, καὶ φίλῳ χ ρώμενος ἐπαύσατο χρόνον πολύν εἶτα μέντοι διηλλάγησαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.