previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ δὲ δεῖ μηδὲ τὰ μικρὰ τῶν ἠθῶν σημεῖα παραλιπεῖν ὥσπερ εἰκόνα ψυχῆς ὑπογραφομένους, λέγεται, τότε πολλὴν ἅμιλλαν καὶ μέγαν ἀγῶνα πρὸς τὸν Κάτωνα τοῦ Καίσαρος ἔχοντος καὶ τῆς βουλῆς εἰς ἐκείνους ἀνηρτημένης, δελτάριόν τι μικρὸν ἔξωθεν εἰσκομισθῆναι τῷ Καίσαρι. τοῦ δὲ Κάτωνος εἰς ὑποψίαν ἄγοντος τὸ πρᾶγμα καὶ διαβάλλοντος εἶναί τινας τοὺς κινουμένους, καὶ κελεύοντος ἀναγινώσκειν τὰ γεγραμμένα, τὸν Καίσαρα τῷ Κάτωνι προσδοῦναι τὸ δελτάριον ἐγγὺς ἑστῶτι. [2] τὸν δὲ ἀναγνόντα Σερβιλίας τῆς ἀδελφῆς ἐπιστόλιον ἀκόλαστον πρὸς τὸν Καίσαρα γεγραμμένον, ἐρώσης καὶ διεφθαρμένης ὑπ᾽ αὐτοῦ, προσρῖψαί τε τῷ Καίσαρι καὶ εἰπεῖν, ‘κράτει, μέθυσε,’ καὶ πάλιν οὕτως ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον τραπέσθαι.

[3] φαίνεται δὲ ὅλως ἀτύχημα γενέσθαι τοῦ Κάτωνος γυναικωνῖτις αὕτη μὲν γὰρ ἐπὶ [p. 292] Καίσαρι κακῶς ἤκουσε: τὰ δὲ τῆς ἑτέρας Σερβιλίας, ἀδελφῆς δὲ Κάτωνος, ἀσχημονέστερα. Λευκόλλῳ γὰρ γαμηθεῖσα, πρωτεύσαντι Ῥωμαίων κατὰ δόξαν ἀνδρί, καὶ τεκοῦσα παιδίον ἐξέπεσε τοῦ οἴκου δι᾽ ἀκολασίαν. τὸ δὲ αἴσχιστον, οὐδ᾽ γυνὴ τοῦ Κάτωνος Ἀτιλία τοιούτων ἐκαθάρευσεν ἁμαρτημάτων, ἀλλὰ καίπερ ἐξ αὐτῆς δύο παιδία πεποιημένος ἀνάγκην ἔσχεν ἐκβαλεῖν ἀσχημονοῦσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: