Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ δεδιττομένου τὴν βουλὴν ἐφ᾽ οἷς αὐτὸν ἔδει δεδιέναι καὶ ἀγαπᾶν εἰ τῶν γεγονότων ἀθῷος ἀπαλλάξει καὶ ἀνύποπτος, οὕτως περιφανῶς καὶ ἰταμῶς τοὺς κοινοὺς ἐξαρπάζων πολεμίους καὶ τὴν παρ᾽ οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι πατρίδα τοιαύτην καὶ τοσαύτην ὁμολογῶν μὴ ἐλεεῖν, ἀλλ᾽ οὓς ἔδει μὴ γενέσθαι μηδὲ φῦναι δακρύων καὶ ἀνακλαιόμενος, εἰ φόνων μεγάλων καὶ κινδύνων ἀπαλλάξουσι τὴν πόλιν ἀποθανόντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.