Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰς δὲ σύγκλητον εἰσῄει τε πρῶτος καὶ
τελευταῖος ἀπηλλάττετο: πολλάκις δὲ τῶν ἄλλων
σχολῇ συναγομένων καθεζόμενος ἀνεγίνωσκεν
ἡσυχῇ, τὸ ἱμάτιον τοῦ βιβλίου προϊσχόμενος.
ἀπεδήμησε δὲ οὐδέποτε βουλῆς γενομένης,
ἐπεὶ δὲ ὕστερον οἱ περὶ Πομπήϊον ἑώρων1 αὐτὸν
ἐν οἷς ἐσπούδαζον ἀδίκως ἀμετάπειστον καὶ δυσεκβίαστον ἀεί, διεμηχανῶντο φιλικαῖς τισι συνηγορίαις ἢ διαίταις ἢ πραγματείαις ἔξω περισπᾶν. συνεὶς οὖν ταχὺ τὴν ἐπιβουλὴν ἀπεῖπε πᾶσι καὶ παρετάξατο βουλῆς ἀγομένης μηδὲν ἄλλο πράττειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.