Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν δὲ
Συρίᾳ καὶ γελοῖόν τι λέγεται
παθεῖν. βαδίζων γὰρ εἰς Ἀντιόχειαν εἶδε περὶ
τὰς πύλας ἔξω πλῆθος ἀνθρώπων ἑκατέρωθεν
τῆς ὁδοῦ παρακεκριμένων, ἐν οἷς ἔφηβοι μὲν
χωρὶς ἐν χλαμύσι1 καὶ παῖδες ἑτέρωθεν κοσμίως
εἱστήκεσαν, ἐσθῆτας δὲ καθαρὰς ἔνιοι καὶ στεφάνους
εἶχον, ἱερεῖς θεῶν ὄντες ἢ ἄρχοντες, πάντων οὖν μᾶλλον οἰηθεὶς ὁ Κάτων αὐτῷ τινα πράττεσθαι τιμὴν καὶ δεξίωσιν ὑπὸ τῆς πόλεως, ὠργίζετο μὲν τοῖς προπεμφθεῖσι τῶν ἰδίων, ὡς μὴ κωλύσασιν, ἐκέλευσε δὲ καταβῆναι τοὺς φίλους,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.