Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
' ἐνταῦθα τῶν ἐπιεικῶν τις ὑπεφώνησεν ‘ὀρθῶς γε σὺ
ποιῶν ἂν γὰρ Φωκίωνα βασανίσωμεν, σὲ τί ποιήσομεν;’ ἐπικυρωθέντος δὲ τοῦ ψηφίσματος καί τῆς χειροτονίας ἀποδοθείσης, οὐδεὶς καθήμενος, ἀλλὰ πάντες ἐξαναστάντες, οἱ δὲ πλεῖστοι καί στεφανωσάμενοι, κατεχειροτόνησαν αὐτῶν θάνατον, ἦσαν δὲ σὺν τῷ Φωκίωνι Νικοκλῆς, Θούδιππος, Ἡγήμων, Πυθοκλῆς: Δημητρίου δὲ τοῦ Φαληρέως καί Καλλιμέδοντος καί Χαρικλέους καί τινων ἄλλων ἀπόντων κατεψηφίσθη θάνατος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.