Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐπεὶ δὲ οὐθὲν μᾶλλον ἤκουον, ἐγγυτέρω προσελθών, ‘ἐγὼ μὲν,’ εἶπεν, ‘ἀδικεῖν ὁμολογῶ, καὶ θανάτου τιμῶμαι τὰ πεπολιτευμένα ἐμαυτῷ: τούτους δέ, ἄνδρες Ἀθηναῖοι, διὰ τί ἀποκτενεῖτε μηδὲν ἀδικοῦντας;’ ἀποκριναμένων δὲ πολλῶν, ‘ὅτι σοὶ φίλοι εἰσίν,’ ὁ μὲν Φωκίων ἀποστὰς ἡσυχίαν ἦγεν, ὁ δὲ Ἁγνωνίδης ψήφισμα γεγραμμένον ἔχων ἀνέγνω, καθ᾽ ὃ τὸν δῆμον ἔδει χειροτονεῖν περὶ τῶν ἀνδρῶν εἰ δοκοῦσιν ἀδικεῖν, τοὺς δὲ ἄνδρας, ἂν καταχειροτονηθῶσιν, ἀποθνῄσκειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.