Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
φοβουμένου δὲ τοῦ δήμου καὶ καλοῦντος Φωκίωνα, καὶ μόνῳ πιστεύειν ἐκείνῳ λέγοντος, ‘ἀλλ᾽ εἴγε ἐπιστευόμην,’ εἶπεν, ‘ἐγὼ συμβουλεύων ὑμῖν, οὐκ ἂν νῦν ἐβουλευόμεθα περὶ πραγμάτων τοιούτων.’ οὕτω δὲ τοῦ ψηφίσματος ἐπικυρωθέντος ἀπεστάλη πρὸς Ἀντίπατρον ἐν τῇ Καδμείᾳ στρατοπεδεύοντα καὶ παρασκευαζόμενον εὐθὺς εἰς τὴν Ἀττικὴν βαδίζειν. καὶ τοῦτο πρῶτον ᾔτει, τὸ μένοντα κατὰ χώραν ποιήσασθαι τὰς διαλύσεις,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.