Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ τοῦ Λεωσθένους ἀποθανόντος οἱ φοβούμενοι τὸν Φωκίωνα, μὴ στρατηγὸς ἐκπεμφθεὶς καταλύσῃ τὸν πόλεμον, ἄνθρωπόν τινα τῶν οὐκ ἐπιφανῶν ἐν ἐκκλησίᾳ παρεσκεύασαν ἀναστάντα λέγειν ὅτι φίλος ὢν τοῦ Φωκίωνος καὶ συμπεφοιτηκὼς παραινεῖ φείδεσθαι τοῦ ἀνδρὸς καὶ φυλάσσειν, ὡς ἄλλον ὅμοιον οὐκ ἔχοντας, ἐκπέμπειν δὲ Ἀντίφιλον ἐπὶ τὸ στράτευμα, καὶ ταῦτα τοῖς Ἀθηναίοις συνεδόκει, παρελθὼν ὁ Φωκίων ἔλεγε μήτε συμπεφοιτηκέναι ποτὲ τῷ ἀνθρώπῳ μήτε ἄλλως γεγονέναι γνώριμος ἢ συνήθης:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.