Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὁ γὰρ δὴ
Κατιλίνας οὐ μόνον τὴν πολιτείαν μεταβαλεῖν, ἀλλ᾽ ὅλην ἀνελεῖν τὴν
ἡγεμονίαν καὶ πάντα τὰ πράγματα συγχέαι διανοηθείς αὐτὸς μὲν ἐξέπεσε,
[p. 458] περιπταίσας ἐλάττοσιν ἐλέγχοις πρὸ τοῦ τὰς ἐσχάτας
αὐτοῦ βουλὰς ἀποκαλυφθῆναι, Λέντλον δὲ καὶ Κέθηγον ἐν τῇ πόλει
διαδόχους ἀπέλιπε τῆς συνωμοσίας, οἷς εἰ μὲν κρύφα παρεῖχέ τι θάρσους
καὶ δυνάμεως ὁ Καῖσαρ ἄδηλόν ἐστιν, ἐν δὲ τῇ βουλῇ κατὰ κράτος
ἐξελεγχθέντων καὶ Κικέρωνος τοῦ ὑπάτου γνώμας ἐρωτῶντος περὶ κολάσεως
ἕκαστον,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.