Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
κρότῳ
κατεῖχον τὸ Καπιτώλιον πολλοῖς δὲ καὶ δάκρυα τὴν Μαρίου θεωμένοις ὄψιν
ὑφ᾽ ἡδονῆς ἐχώρει, καὶ μέγας ἦν ὁ Καῖσαρ ἐγκωμίοις αἰρόμενος, ὡς
ἀντὶ πάντων ἄξιος εἴη ὁ 1 ἀνὴρ τῆς Μαρίου συγγενείας, συναχθείσης δὲ
περὶ τούτων τῆς βουλῆς, Κάτλος Λουτάτιος, ἀνὴρ εὐδοκιμῶν τότε μάλιστα
Ῥωμαίων, ἀναστὰς καὶ κατηγορήσας Καίσαρος ἐπεφθέγξατο τὸ μνημονευόμενον:
‘οὐκέτι γὰρ ὑπονόμοις,’ ἔφη, ‘Καῖσαρ, ἀλλ᾽ ἤδη μηχαναῖς αἱρεῖ τὴν πολιτείαν.’
ἐπεὶ δὲ ἀπολογησάμενος πρὸς ταῦτα Καῖσαρ ἔπεισε τὴν σύγκλητον, ἔτι
μᾶλλον οἱ θαυμάζοντες αὐτὸν [p. 456] ἐπήρθησαν, καὶ παρεκελεύοντο
μηδενὶ τοῦ φρονήματος ὑφίεσθαι πάντων γὰρ ἑκόντι τῷ δήμῳ περιέσεσθαι
καὶ πρωτεύσειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.