Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τοῦτον ἔσχατον Καῖσαρ ἐπολέμησε τὸν πόλεμον
ὁ δὲ ἀπ᾽ αὐτοῦ καταχθεὶς θρίαμβος ὡς οὐδὲν ἄλλο Ῥωμαίους ἠνίασεν.
οὐ γὰρ ἀλλοφύλους ἡγεμόνας οὐδὲ βαρβάρους βασιλεῖς κατηγωνισμένον,
ἀνδρὸς δὲ Ῥωμαίων κρατίστου τύχαις κεχρημένου παῖδας καὶ γένος ἄρδην
ἀνῃρηκότα ταῖς τῆς πατρίδος ἐπιπομπεύειν συμφοραῖς οὐ καλῶς εἶχεν,
ἀγαλλόμενον ἐπὶ τούτοις ὧν μία καὶ πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους
ἀπολογία τὸ μετ᾽ ἀνάγκης πεπρᾶχθαι, καὶ ταῦτα πρότερον μήτε ἄγγελον μήτε
γράμματα δημοσίᾳ πέμψαντα [p. 574] περὶ νίκης ἀπὸ τῶν ἐμφυλίων
πολέμων, ἀλλ᾽ ἀπωσάμενον αἰσχύνῃ τὴν δόξαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.