Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἀπιὼν δὲ μετὰ τὴν μάχην πρὸς τοὺς φίλους εἶπεν ὡς πολλάκις μὲν
ἀγωνίσαιτο περὶ νίκης, νῦν δὲ πρῶτον περὶ ψυχῆς. ταύτην τὴν μάχην
ἐνίκησε τῇ τῶν Διονυσίων ἑορτῇ, καθ᾽ ἣν λέγεται καὶ Πομπήϊος
Μᾶγνος ἐπὶ τὸν πόλεμον ἐξελθεῖν διὰ μέσου δὲ χρόνος ἐνιαυτῶν τεσσάρων
διῆλθε, τῶν δὲ Πομπηΐου παίδων ὁ μὲν νεώτερος διέφυγε, τοῦ δὲ
πρεσβυτέρου μεθ᾽ ἡμέρας ὀλίγας Δείδιος ἀνήνεγκε τὴν κεφαλήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.