Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
εἴς δὲ Ἀλεξάνδρειαν ἐπὶ
Πομπηΐῳ τεθνηκότι καταχθείς Θεόδοτον μὲν ἀπεστράφη τὴν Πομπηΐου
κεφαλὴν προσφέροντα, τὴν δὲ σφραγῖδα δεξάμενος τοῦ [p. 556] ἀνδρὸς
κατεδάκρυσεν ὅσοι δὲ τῶν ἑταίρων αὐτοῦ καὶ συνήθων πλανώμενοι κατὰ τὴν
χώραν ἑαλώκεσαν ὑπὸ τοῦ βασιλέως, πάντας εὐεργέτησε καὶ προσηγάγετο.
τοῖς δὲ φίλοις εἴς Ῥώμην ἔγραφεν ὅτι τῆς νίκης ἀπολαύοι τοῦτο
μέγιστον καὶ ἥδιστον, τὸ σῴζειν τινὰς ἀεὶ τῶν πεπολεμηκότων πολιτῶν
αὐτῷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.