Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Φαώνιος δὲ τὴν Κάτωνος παρρησίαν
ὑποποιούμενος, μανικῶς ἐσχετλίαζεν εἰ μηδὲ τῆτες ἔσται τῶν περὶ
Τουσκλάνον ἀπολαῦσαι σύκων Διὰ τὴν Πομπηΐου φιλαρχίαν. Ἀφράνιος δὲ ῾
νεωστὶ γὰρ ἐξ Ἰβηρίας ἀφῖκτο κακῶς στρατηγήσασ᾽ διαβαλλόμενος ἐπὶ
χρήμασι προδοῦναι τὸν στρατόν, ἠρώτα Διὰ τί πρὸς
τὸν ἔμπορον οὐ μάχονται τὸν ἐωνημένον παρ᾽ αὐτοῦ τὰς ἐπαρχίας, ἐκ
τούτων ἁπάντων συνελαυνόμενος ἄκων εἰς μάχην ὁ Πομπήϊος ἐχώρει τὸν
Καίσαρα διώκων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.