Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διὰ ταῦτα Πομπήϊον μάχεσθαι μὴ βουλόμενον
μόνος ἐπῄνει Κάτων φειδοῖ τῶν πολιτῶν [p. 542] ὅς γε καὶ τοὺς
πεσόντας ἐν τῇ μάχῃ τῶν πολεμίων εἰς χιλίους τὸ πλῆθος γενομένους ἰδών
ἀπῆλθεν ἐγκαλυψάμενος καὶ καταδακρύσας. οἱ δ᾽ ἄλλοι πάντες ἐκάκιζον τὸν
Πομπήϊον φυγομαχοῦντα, καὶ παρώξυνον ' Ἀγαμέμνονα καὶ βασιλέα βασιλέων
ἀποκαλοῦντες, ὡς δὴ μὴ βουλόμενον ἀποθέσθαι τὴν μοναρχίαν, ἀλλ᾽
ἀγαλλόμενον ἡγεμόνων τοσούτων ἐξηρτημένων αὐτοῦ καὶ φοιτώντων ἐπὶ
σκηνήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.