Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐπεὶ δὲ
κἀκεῖνος λόγῳ παραιτεῖσθαι καλλωπιζόμενος ἔργῳ παντὸς μᾶλλον ἐπέραινεν
ἐξ ὧν ἀναδειχθήσοιτο δικτάτωρ, συμφρονήσαντες οἱ περὶ Κάτωνα πείθουσι
τὴν γερουσίαν ὕπατον αὐτὸν ἀποδεῖξαι μόνον, ὡς μὴ βιάσαιτο δικτάτωρ
γενέσθαι, νομιμωτέρᾳ μοναρχίᾳ παρηγορηθείς, οἱ δὲ καὶ χρόνον ἐπεψηφίσαντο
τῶν ἐπαρχιῶν: δύο δὲ εἶχεν, Ἰβηρίαν καὶ Λιβύην σύμπασαν, ἃς διῴκει
πρεσβευτὰς ἀποστέλλων καὶ στρατεύματα τρέφων, οἷς ἐλάμβανεν ἐκ τοῦ
δημοσίου ταμιείου χίλια τάλαντα καθ᾽ ἕκαστον ἐνιαυτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.