Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
νυνὶ δὲ ὁ πᾶσι μὲν ἄριστα
χρῆσθαι τοῖς πρὸς πόλεμον, μάλιστα δὲ καιρῷ πεφυκὼς Καῖσαρ ἅμα τῷ
πυθέσθαι τὴν ἀπόστασιν ἄρας ἐχώρει ταῖς αὐταῖς ὁδοῖς ἃς [p. 506] διῆλθε, καὶ βίᾳ καὶ τάχει τῆς πορείας διὰ τοσούτου χειμῶνος
ἐπιδειξάμενος τοῖς βαρβάροις ὡς ἄμαχος αὐτοῖς καὶ ἀήττητος ἔπεισι
στρατός. ὅπου γὰρ ἄγγελον ἢ γραμματοφόρον διαδῦναι τῶν παρ᾽ αὐτοῦ
χρόνῳ πολλῷ ἦν ἄπιστον, ἐνταῦθα μετὰ πάσης ἑωρᾶτο τῆς στρατιᾶς ἅμα
χώρας λυμαινόμενος αὐτῶν καὶ ἐκκόπτων τὰ χωρία,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.