Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
τῶν δὲ ἄλλων συγκλητικῶν ὀλίγοι παντάπασιν
αὐτῷ συνῄεσαν εἰς βουλήν, οἱ δὲ λοιποὶ δυσχεραίνοντες ἐκποδὼν ἦσαν.
εἰπόντος δὲ Κονσιδίου τινὸς τῶν σφόδρα γερόντων ὡς φοβούμενοι τὰ ὅπλα
καὶ τοὺς στρατιώτας οὐ συνέρχοιντο, ‘τί οὖν’ ἔφη
ὁ Καῖσαρ, ‘οὐ καὶ σὺ ταῦτα δεδιὼς οἰκουρεῖς;’
καὶ ὁ Κονσίδιος εἶπεν ‘ὅτι με ποιεῖ μὴ φοβεῖσθαι
τὸ γῆρας: ὁ γὰρ ἔτι λειπόμενος βίος οὐ πολλῆς ὀλίγος ὢν δεῖται
προνοίας.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.