Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῆς γοῦν Ἰβηρίας ἐπιβὰς εὐθὺς ἦν
ἐνεργός, ὥσθ᾽ ἡμέραις ὀλίγαις δέκα σπείρας συναγαγεῖν πρὸς ταῖς
πρότερον οὔσαις εἴκοσι, καὶ στρατεύσας ἐπὶ Καλαϊκοὺς καὶ Λυσιτανοὺς
[p. 470] κρατῆσαι καὶ προελθεῖν ἄχρι Τῆς ἔξω θαλάσσης τὰ μὴ
πρότερον ὑπακούοντα Ῥωμαίοις ἔθνη καταστρεφόμενος. θέμενος δὲ τὰ τοῦ
πολέμου καλῶς, οὐ χεῖρον ἐβράβευε τὰ Τῆς εἰρήνης, ὁμόνοιάν τε ταῖς
πόλεσι καθιστὰς, καὶ μάλιστα τὰς τῶν χρεωφειλετῶν καὶ δανειστῶν ἰώμενος
διαφοράς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.