Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καί φησι τὸν μὲν Καλανὸν ὑβριστικῶς πάνυ καί τραχέως κελεύειν
ἀποδύντα τὸν χιτῶνα γυμνὸν ἀκροᾶσθαι τῶν λόγων ἄλλως δὲ οὐ διαλέξεσθαι
πρὸς αὐτὸν, οὐδ᾽ εἰ παρὰ τοῦ Διὸς ἀφῖκται τὸν δὲ Δάνδαμιν πρᾳότερον
εἶναι, καί διακούσαντα περὶ Σωκράτους καί Πυθαγόρου καί Διογένους
εἰπεῖν ὡς εὐφυεῖς μὲν αὐτῷ γεγονέναι δοκοῦσιν οἱ ἄνδρες, λίαν δὲ
τοὺς νόμους αἰσχυνόμενοι βεβιωκέναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.