Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τὸ μὲν οὖν πρῶτον ὑπὸ δυσθυμίας καὶ ὀργῆς
αὐτόν εἰς τὴν σκηνὴν καθείρξας ἔκειτο, χάριν
οὐδεμίαν εἰδὼς τοῖς διαπεπραγμένοις εἰ μὴ περάσειε τὸν Γάγγην, ἀλλ᾽
ἐξομολόγησιν ἥττης τιθέμενος τὴν ἀναχώρησιν. ὡς δὲ οἵ τε φίλοι τὰ
εἰκότα παρηγοροῦντες αὐτόν οἵ τε στρατιῶται κλαυθμῷ καὶ βοῇ
προσιστάμενοι ταῖς θύραις ἱκέτευον, ἐπικλασθεὶς ἀνεζεύγνυε, πολλὰ πρὸς
δόξαν ἀπατηλὰ καὶ σοφιστικὰ μηχανώμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.