Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
συμπεπτωκότων δὲ αὐτῶν
ὁ Σπιθριδάτης ὑποστήσας ἐκ πλαγίων τόν ἵππον καὶ μετὰ σπουδῆς
συνεξαναστάς κοπίδι βαρβαρικῇ κατήνεγκε: καὶ τόν μὲν λόφον ἀπέρραξε μετὰ
θατέρου πτεροῦ, τὸ δὲ κράνος πρὸς τὴν πληγὴν ἀκριβῶς καὶ μόλις
ἀντέσχεν, ὥστε τῶν πρώτων ψαῦσαι τριχῶν τὴν πτέρυγα τῆς κοπίδος, ἑτέραν
δὲ τόν Σπιθριδάτην πάλιν ἐπαιρόμενον ἔφθασε Κλεῖτος ὁ μέλας τῷ ξυστῷ
διελάσας μέσον, ὁμοῦ δὲ καὶ Ῥοισάκης ἔπεσεν ὑπὸ Ἀλεξάνδρου ξίφει
πληγείς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.