Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὁ δὲ
τῶν μὲν ἰατρῶν τοὺς μηδέποτε χαριζομένους ταῖς ἐπιθυμίαις ἐπῄνεσεν, αὐτὸς δὲ τῷ νοσοῦντι τῆς στρατιᾶς ἐνέδωκε, δείσας ἐπὶ σωτηρίᾳ λυπηρὸς γενέσθαι, πῶς γὰρ ἄν τις φήσειεν ὑγιαίνειν ἐκείνους τοὺς ἄνδρας, ὧν οἱ μὲν ὑπατείας ἤδη καὶ στρατηγίας ἐν τῷ στρατοπέδῳ περινοστοῦντες ἐμνῶντο, Σπινθῆρι δὲ καὶ Δομετίῳ καὶ Σκηπίωνι περὶ τῆς Καίσαρος ἀρχιερωσύνης ἔριδες ἦσαν καὶ φιλονεικίαι καὶ δεξιώσεις;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.