Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Δομέτιος δὲ αὐτὸν Ἀηνόβαρβος Ἀγαμέμνονα καλῶν καὶ βασιλέα βασιλέων ἐπίφθονον ἐποίει. καὶ Φαώνιος οὐχ ἧττον ἦν ἀηδὴς τῶν παρρησιαζομένων: ἀκαίρως ἐν τῷ σκώπτειν, ‘ἄνθρωποι,’ βοῶν, ‘
οὐδὲ τῆτες ἔσται τῶν ἐν Τουσκλάνῳ σύκων μεταλαβεῖν;’ Λεύκιος δὲ Ἀφράνιος ὁ τὰς ἐν
Ἰβηρίᾳ δυνάμεις ἀποβαλὼν ἐν αἰτίᾳ προδοσίας γεγονώς, τότε δὲ τὸν Πομπήϊον ὁρῶν φυγομαχοῦντα, θαυμάζειν ἔλεγε τοὺς κατηγοροῦντας αὐτοῦ, πῶς πρὸς τὸν ἔμπορον τῶν ἐπαρχιῶν οὐ μάχονται προελθόντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.