Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οἱ
μὲν γὰρ ἔξωθεν φερόμενοι φυγῇ πανταχόθεν εἰς τὴν Ῥώμην ἐνέπιπτον, οἱ δὲ τὴν Ῥώμην οἰκοῦντες ἐξέπιπτον αὐτοὶ καὶ ἀπέλειπον τὴν πόλιν, ἐν
χειμῶνι καὶ ταράχῳ τοσούτῳ τὸ μὲν χρήσιμον
[p. 276]
ἀσθενὲς ἔχουσαν, τὸ δὲ ἀπειθὲς ἰσχυρὸν καὶ δυσμεταχείριστον τοῖς ἄρχουσιν. οὐ γὰρ ἦν παῦσαι τὸν φόβον, οὐδὲ εἴασέ τις χρῆσθαι τοῖς ἑαυτοῦ λογισμοῖς Πομπήϊον, ἀλλ᾽ ᾧ τις ἐνετύγχανε πάθει, φοβηθεὶς ἢ λυπηθεὶς ἢ διαπορήσας, τούτῳ φέρων ἐκεῖνον ἀνεπίμπλη:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.