Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πρὸς ταῦτα ἐνισταμένων τῶν περὶ Κάτωνα καὶ κελευόντων ἰδιώτην γενόμενον καὶ τὰ ὅπλα καταθέμενον εὑρίσκεσθαί τι παρὰ τῶν πολιτῶν ἀγαθόν, οὐκ ἐξερίσας, ἀλλ᾽ οἷον ἡττηθεὶς ὁ Πομπήϊος ὕποπτος ἦν μᾶλλον ὧν ἐφρόνει περὶ Καίσαρος, ἔπεμψε δὲ καὶ τὰς δυνάμεις ἀπαιτῶν ἃς ἔχρησεν αὐτῷ, τὰ Παρθικὰ ποιούμενος πρόφασιν. ὁ δέ, καίπερ εἰδὼς ἐφ᾽ οἷς ἀπῃτεῖτο τοὺς στρατιώτας, ἀπέπεμψε καλῶς δωρησάμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.