Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἀλλ᾽ ἐπιπέμψαντες
ἐνόπλους ἄνδρας ἀπέκτειναν μὲν τὸν προηγούμενον
λυχνοφόρον, ἐτρέψαντο δὲ τοὺς ἄλλους: ἔσχατος
δὲ Κάτων ἀνεχώρησε, τρωθεὶς τὸν δεξιὸν πῆχυν
ἀμυνόμενος πρὸ τοῦ Δομετίου.
τοιαύτῃ δὲ ὁδῷ παρελθόντες ἐπὶ τὴν ἀρχὴν οὐδὲ τἆλλα κοσμιώτερον ἔπραττον. ἀλλὰ πρῶτον μὲν τὸν Κάτωνα τοῦ δήμου στρατηγὸν αἱρουμένου καὶ τὴν ψῆφον ἐπιφέροντος, Πομπήϊος ἔλυσε τὴν ἐκκλησίαν οἰωνοὺς αἰτιώμενος, ἀντὶ δὲ Κάτωνος Βατίνιον ἀνηγόρευσαν, ἀργυρίῳ τὰς φυλὰς διαφθείραντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.