Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὁ δὲ
καὶ μάλα ὑβριστικῶς εἰπών, ‘ἀλλ᾽ οὐκ ἐγγύην ἔρχομαι σφραγιούμενος, ἀλλὰ ἀνόσιον καὶ παράνομον τιμωρησόμενος τύραννον.’ ἀπέκτεινεν αὐτόν. οὕτω δὲ τοῦ Κίννα τελευτήσαντος ἐδέξατο μὲν τὰ πράγματα καὶ συνεῖχε Κάρβων ἐμπληκτότερος ἐκείνου τύραννος, ἐπῄει δὲ Σύλλας τοῖς πλείστοις ποθεινός, ὑπὸ τῶν παρόντων κακῶν οὐδὲ δεσπότου μεταβολὴν μικρὸν ἡγουμένοις ἀγαθόν, εἰς τοῦτο προήγαγον αἱ συμφοραὶ τὴν πόλιν, ὡς δουλείαν ἐπιεικεστέραν ζητεῖν ἀπογνώσει τῆς ἐλευθερίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.