Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἦν
οὖν ἐξ ἀνάγκης μαχητέον ὑπὲρ τοῦ χάρακος, καὶ προαγαγόντες οἱ στρατηγοὶ τὴν δύναμιν ἔταξαν, αἰσθόμενος δὲ τὴν παρασκευὴν αὐτῶν ὁ Πομπήϊος ὤκνει κατὰ σκότος εἰς κίνδυνον ἐλθεῖν, καὶ κύκλῳ μόνον ᾤετο δεῖν περιελαύνειν, ὅπως μὴ φεύγοιεν, ἡμέρας δὲ κρείττους ὄντας ἐπιχειρεῖν. οἱ δὲ πρεσβύτατοι τῶν ταξιαρχῶν δεόμενοι καὶ παρακαλοῦντες ἐξώρμησαν αὐτόν οὐδὲ γὰρ σκότος ἦν παντάπασιν, ἀλλὰ ἡ σελήνη
[p. 200]
καταφερομένη παρεῖχεν ἔτι τῶν σωμάτων ἱκανὴν ἔποψιν. καὶ τοῦτο μάλιστα τοὺς βασιλικοὺς ἔσφηλεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.